Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.202 Joseph. AJ 7.205 (English) >>Joseph. AJ 7.210

7.204τοῦτον ὁρῶν τὴν ἐσθῆτα κατερρηγμένον καὶ τὴν κεφαλὴν σποδοῦ πλήρη καὶ θρηνοῦντα τὴν μεταβολὴν παρηγορεῖ καὶ παύσασθαι τῆς λύπης παρακαλεῖ καὶ τέλος ἱκέτευσεν ἀπελθόντα πρὸς Ἀψάλωμον ὡς τὰ ἐκείνου φρονοῦντα τά τε ἀπόρρητα τῆς διανοίας αὐτοῦ κατανοεῖν καὶ ταῖς Ἀχιτοφέλου συμβουλίαις ἀντιπράσσειν· οὐ γὰρ τοσοῦτον ὠφελήσειν αὐτῷ συνερχόμενον, ὅσον παρʼ ἐκείνῳ γενόμενον. καὶ μὲν πεισθεὶς τῷ Δαυίδῃ, καταλιπὼν αὐτὸν ἧκεν εἰς Ἱεροσόλυμα· ἀφικνεῖται δʼ εἰς αὐτὰ μετʼ οὐ πολὺ καὶ Ἀψάλωμος. 7.205

Ὀλίγον δὲ τῷ Δαυίδῃ προελθόντι Σιβᾶς τοῦ Μεμφιβόσθου δοῦλος συνήντησεν, ὃν προνοησόμενον ἀπεστάλκει τῶν κτήσεων ἃς δεδώρητο τῷ Ἰωνάθου τοῦ Σαούλου παιδὸς υἱῷ, μετὰ ζεύγους ὄνων καταπεφορτισμένων τοῖς ἐπιτηδείοις, ἐξ ὧν ἐκέλευσε λαμβάνειν ὧν αὐτός τε καὶ οἱ σὺν αὐτῷ δέοιντο. 7.206πυνθανομένου δέ, ποῦ καταλέλοιπε τὸν Μεμφίβοσθον, ἐν Ἱεροσολύμοις ἔλεγε προσδοκῶντα χειροτονηθήσεσθαι βασιλέα διὰ τὴν ὑπάρχουσαν ταραχὴν εἰς μνήμην ὧν εὐηργέτησεν αὐτοὺς Σαοῦλος. ἀγανακτήσας δʼ ἐπὶ τούτῳ πάνθʼ ὅσα τῷ Μεμφιβόσθῳ παρεχώρησε Σιβᾷ χαρίζεται πολὺ γὰρ δικαιότερον αὐτὸν ἐκείνου ταῦτʼ ἔχειν ἐπέγνωκε· καὶ μὲν Σιβᾶς περιχαρὴς ἦν. 7.207

Δαυίδῃ δὲ γενομένῳ κατὰ Χώρανον τόπον οὕτως καλούμενον ἐπέρχεται τοῦ Σαούλου συγγενὴς Σαμούις μὲν ὄνομα υἱὸς δὲ Γηρᾶ, καὶ λίθοις τε ἔβαλλεν αὐτὸν καὶ ἐκακηγόρει. περιστάντων δὲ τῶν φίλων καὶ σκεπόντων ἔτι μᾶλλον Σαμούις βλασφημῶν διετέλει, μιαιφόνον καὶ πολλῶν ἀρχηγὸν κακῶν ἀποκαλῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.202 Joseph. AJ 7.205 (English) >>Joseph. AJ 7.210

Powered by PhiloLogic